Ἐπισκόπου Λήδρας Γέροντα Ἐπιφανίου

Πνεῦμα Πανάγιον, ὁ Θεός, τὸ Κύριον, τὸ ζωοποιοῦν, τὸ φωτίζον, τὸ ἁγιάζον, τὸ ταπεινόν, τὸ πράον, τὸ ἀγαπῶν, τὸ καθαῖρον, τὸ ἀληθινόν, τὸ ὁδηγοῦν, τὸ πλουτόδωρον, τὸ ἐνεργοῦν.

Παρακαλῶ σὲ ὁ πανάθλιος καὶ παναμαρτωλός· ἐλθέ, καὶ σκήνωσον ἐν ἐμοί· καθάρισόν με ἐκ τοῦ βυθοῦ τῆς ἀκαθαρσίας καὶ ἀναστησόν με ἐκ τοῦ πτώματος τῆς ἁμαρτίας· ῥῦσαί με ἐκ τῶν παγίδων τοῦ πονηροῦ καὶ ἐνίσχυσόν με εἰς τὴν ὁδὸν τῶν θείων ἐντολῶν· φώτισόν μου τὴν διάνοιαν, ἀπαλλάττον αὐτὴν ἐκ τῆς καταδυναστείας τοῦ ἐχθροῦ· ἀνακαίνισόν με εἰς ναὸν ἅγιον, εὐτρέπισόν με εἰς κατοικίαν σὴν τοῦ Παναγάθου Θεοῦ, πλούτισόν με τῶν σῶν αἰωνίων χαρισμάτων· ἐμπεριπάτησον ἐν ἐμοὶ καθὼς σὺ οἶδας, ἵνα κράζω ἐν σοὶ τῷ Θεῶ «Ἀββᾶ ὁ Πατήρ»· δοξάσθητι ἐν ἐμοὶ καὶ δι᾽ ἐμὲ σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ, ὁ εἷς ἀμερὴς Θεός, ἡ μία τρισήλιος Θεότης, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν.

 

 

Subscribe to Email