ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. ιστ΄ 13-24)

Αδελφοί, γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. Ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ' οἶκον αὐτῶν ἐκκλησίᾳ. Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθᾶ. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ' ὑμῶν. Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

 

Μετάφραση

Αδελφοί, ἀγρυπνεῖτε! Μένετε στέρεοι στήν πίστη! Νά εἶστε γενναῖοι καί δυνατοί! Ὅλες τίς πράξεις σας νά τίς ἐμπνέει ἡ ἀγάπη. Ἔχω νά σᾶς ζητήσω κάτι, ἀδερφοί: Γνωρίζετε τήν οἰκογένεια τοῦ Στεφανά, πού τά μέλη της ὑπῆρξαν ὁ πρῶτος καρπός τοῦ κηρύγματος στήν Ἀχαΐα, κι ἀφιέρωσαν τόν ἑαυτό τους στήν ὑπηρεσία τῶν πιστῶν. Γι΄ αὐτό κι ἐσεῖς πρέπει νά ἀκοῦτε τέτοιους ἀνθρώπους καθώς καί ὅποιον ἐργάζεται καί κοπιάζει μαζί τους. Εἶμαι πολύ χαρούμενος ἀπό τήν παρουσία κοντά μου τοῦ Στεφανά, τοῦ Φουρτουνάτου καί τοῦ Ἀχαϊκοῦ, γιατί αὐτοί ἀναπληρώνουν τό κενό τῆς ἀπουσίας σας. Μοῦ ξεκούρασαν τήν ψυχή, ὅπως καί τή δική σας. Σέ τέτοιους ἀνθρώπους ὀφείλετε ἀναγνώριση. Σᾶς στέλνουν χαιρετισμούς οἱ ἐκκλησίες τῆς Ἀσίας. Πολλούς χριστιανικούς χαιρετισμούς σᾶς στέλνουν ὁ Ἀκύλας καί ἡ Πρίσκιλλα καί ὅλη ἡ ἐκκλησία πού συναθροίζεται σπίτι τους. Σᾶς στέλνουν χαιρετισμούς ὅλοι οἱ ἀδερφοί. Χαιρετῆστε ὁ ἕνας τόν ἄλλο μέ ἀδερφικό φίλημα. Ὁ χαιρετισμός αὐτός γράφεται ἀπό μένα τόν Παῦλο μέ τό ἴδιό μου τό χέρι. Ὅποιος δέν ἀγαπάει τόν Κύριο Ἰησοῦ Χριστό ἄς εἶναι χωρισμένος ἀπό τό σῶμα τῆς ἐκκλησίας. Μαράν ἀθά - ὁ Κύριος ἔρχεται! Ἡ χάρη τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ νά εἶναι μαζί σας. Στό ὄνομα τοῦ Ἰησοῦ Χριστοῦ πού μᾶς ἑνώνει, ἡ ἀγάπη μου εἶναι μαζί μέ ὅλους σας. Ἀμήν.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι' ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,  ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς στεκόταν ὁ Ἰησοῦς στήν ὄχθη τῆς λίμνης Γεννησαρέτ, εἶδε δύο ψαροκάικα στήν ἄκρη τῆς λίμνης. Οἱ ψαράδες εἶχαν κατέβει ἀπ΄ αὐτά καί ἔπλεναν τά δίχτυα. Ἐκεῖνος ἀνέβηκε σ΄ ἕνα ἀπό τά ψαροκάικα, σ΄ αὐτό πού ἦταν τοῦ Σίμωνα, καί τόν παρακάλεσε νά τραβηχτεῖ λίγο ἀπό τήν ξηρά. Κάθισε στό ψαροκάικο καί ἀπ΄ αὐτό δίδασκε τά πλήθη. Ὅταν τελείωσε τήν ὁμιλία του, εἶπε στό Σίμωνα: «Πήγαινε στά βαθιά καί ρίξτε τά δίχτυα σας γιά ψάρεμα». Ὁ Σίμων τοῦ ἀποκρίθηκε: «Διδάσκαλε, ὅλη τή νύχτα παιδευόμασταν καί δέν πιάσαμε τίποτε· ἐπειδή ὅμως τό λές ἐσύ, θά ρίξω τό δίχτυ». Τό ἔριξαν κι ἔπιασαν πάρα πολλά ψάρια, τόσα πού τό δίχτυ τους ἄρχισε νά σκίζεται. Μέ νεύματα εἰδοποίησαν τούς συνεταίρους τους, πού ἦταν στό ἄλλο πλοῖο νά ἔρθουν νά τούς βοηθήσουν. Ἐκεῖνοι ἦρθαν καί γέμισαν καί τά δύο ψαροκάικα σέ σημεῖο πού νά κινδυνεύουν νά βυθιστοῦν. Ὅταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε στά γόνατα τοῦ Ἰησοῦ καί τοῦ εἶπε: «Βγές ἀπό τό καΐκι μου, Κύριε, γιατί εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτά τά εἶπε γιατί εἶχε κυριευτεῖ ἀπό δέος, αὐτός καί ὅλοι ὅσοι ἦταν μαζί του, γιά τά πολλά ψάρια πού εἶχαν πιάσει. Τό ἴδιο συνέβη καί μέ τά παιδιά τοῦ Ζεβεδαίου, τόν Ἰάκωβο καί τόν Ἰωάννη, πού ἦταν συνεργάτες τοῦ Σίμωνα. Ὁ Ἰησοῦς τότε εἶπε στό Σίμωνα: «Μή φοβᾶσαι, ἀπό τώρα θά ψαρεύεις ἀνθρώπους». Ὕστερα, ἀφοῦ τράβηξαν τά ψαροκάικα στή στεριά, ἄφησαν τά πάντα καί τόν ἀκολούθησαν.

Subscribe to Email