ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. δ΄ 9-16)
Αδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἂχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.
Μετάφραση
Αδελφοί, ὁ Θεός σ΄ ἐμᾶς τούς ἀποστόλους ἔδωσε τήν ἐλεεινότερη θέση, σάν νά εἴμαστε καταδικασμένοι νά πεθάνουμε στήν ἀρένα. Γιατί γίναμε θέαμα γιά τόν κόσμο, γιά ἀγγέλους καί γι΄ ἀνθρώπους. Ἐμεῖς παρουσιαζόμαστε μωροί γιά χάρη τοῦ Χριστοῦ, ἐνῶ ἐσεῖς εἶστε σοφοί χάρη στό Χριστό· ἐμεῖς εἴμαστε ἀδύναμοι, ἐνῶ ἐσεῖς εἶστε δυνατοί· ἐμεῖς εἴμαστε περιφρονημένοι, ἐνῶ ἐσεῖς εἶστε τιμημένοι! Ὡς αὐτήν τήν ὥρα πεινᾶμε, διψᾶμε, γυρνᾶμε μέ κουρέλια, ξυλοδαρμένοι, ἀπό τόπο σέ τόπο χωρίς σπίτι, καί μοχθοῦμε νά ζήσουμε δουλεύοντας μέ τά ἴδιά μας τά χέρια. Στούς ἐμπαιγμούς ἀπαντᾶμε μέ καλά λόγια, στούς διωγμούς μέ ὑπομονή, στίς συκοφαντίες μέ λόγια φιλικά. Καταντήσαμε σάν τά σκουπίδια ὄλου τοῦ κόσμου, ὡς αὐτήν τήν ὥρα θεωρούμαστε τά ἀποβράσματα τῆς κοινωνίας. Δέ σᾶς τά γράφω αὐτά γιά νά σᾶς κάνω νά ντραπεῖτε, ἀλλά γιά νά σᾶς συμβουλέψω ὅπως ὁ πατέρας τ΄ ἀγαπημένα του παιδιά. Γιατί κι ἄν ἀκόμα ἔχετε χιλιάδες δασκάλους στή ζωή σας μέ τό Χριστό, δέν ἔχετε πολλούς πατέρες ἀλλά μόνον ἕνα. Στή σωτήρια οἰκονομία τοῦ Ἰησοῦ Χριστοῦ, ἐγώ σάν πατέρας σᾶς γέννησα μέ τό κήρυγμα τοῦ εὐαγγελίου. Σᾶς ζητῶ λοιπόν νά μοῦ μοιάσετε.
ΕΥΑΓΓΕΛΙΟ (Ματθ. ι΄ 32-33, 37-38, ιθ΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς· Ὃστις δ' ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Καὶ πᾶς ὅς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναίκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Μετάφραση
Εἶπε ὁ Κύριος στούς μαθητές του: «Ὅποιος ὁμολογήσει μπροστά στούς ἀνθρώπους ὅτι ἀνήκει σ΄ ἐμένα, θά τόν ἀναγνωρίσω κι ἐγώ γιά δικόν μου μπροστά στόν οὐράνιο Πατέρα μου. Ὅποιος ὅμως μέ ἀπαρνηθεῖ μπροστά στούς ἀνθρώπους, θά τόν ἀπαρνηθῶ κι ἐγώ μπροστά στόν οὐράνιο Πατέρα μου. Ὅποιος ἀγαπάει τόν πατέρα του ἤ τή μάνα του παραπάνω ἀπό μένα, δέν εἶναι ἄξιος γιά μαθητής μου. Κι ὅποιος ἀγαπάει τό γιό του ἤ τή θυγατέρα του παραπάνω ἀπό μένα, δέν εἶναι ἄξιος γιά μαθητής μου. Ἐπίσης ὅποιος δέν παίρνει τό σταυρό του καί δέ μέ ἀκολουθεῖ, δέν εἶναι ἄξιος γιά μαθητής μου». Μίλησε τότε ὁ Πέτρος καί τοῦ εἶπε: «Νά, ἐμεῖς ἀφήσαμε τά πάντα καί σέ ἀκολουθήσαμε. Τί θά γίνει μ΄ ἐμᾶς; » Κι ὁ Ἰησοῦς τούς ἀπάντησε: «Σᾶς βεβαιώνω πώς ἐσεῖς πού μέ ἀκολουθήσατε, ὅταν θά καθίσει ὁ Υἱός τοῦ Ἀνθρώπου στό μεγαλόπρεπο θρόνο του, στόν καινούριο κόσμο, θά καθίσετε κι ἐσεῖς σέ δώδεκα θρόνους, γιά νά κρίνετε τίς δώδεκα φυλές τοῦ Ἰσραήλ. Κι ὅποιος ἄφησε σπίτια ἤ ἀδερφούς ἤ ἀδερφές ἤ πατέρα ἤ μητέρα ἤ γυναίκα ἤ παιδιά ἤ χωράφια γιά χάρη μου, θά πάρει ἑκατό φορές περισσότερα καί θά κληρονομήσει τήν αἰώνια ζωή. Πολλοί θά βρεθοῦν ἀπό πρῶτοι τελευταῖοι, κι ἄλλοι ἀπό τελευταῖοι πρῶτοι».