ΑΠΟΣΤΟΛΟΣ (Γαλ. δ΄ 22-27)

Αδελφοί, Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ' ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας δι' ἐπαγγελίας. Ἃτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ· Τὸ γὰρ Ἄγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ πάντων ἡμῶν. Γέγραπται γάρ· «Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα».

 

Μετάφραση

Αδελφοί, ὁ Ἀβραάμ ἀπέκτησε δύο γιούς, ἕναν ἀπό τή δούλη κι ἕναν ἀπό τήν ἐλεύθερη γυναίκα του. Ὁ γιός τῆς δούλης ὅμως γεννήθηκε σύμφωνα μέ τούς φυσικούς νόμους, ἐνῶ ὁ γιός τῆς ἐλεύθερης σύμφωνα μέ τήν ὑπόσχεση τοῦ Θεοῦ. Αὐτά πρέπει νά τά καταλάβουμε σάν μιά εἰκόνα. Οἱ γυναῖκες δηλαδή εἶναι οἱ δύο διαθῆκες: ἡ μία στό ὅρος Σινά, πού γεννάει δούλους, κι αὐτή εἶναι ἡ Ἄγαρ. Ἡ Ἄγαρ συμβολίζει τό ὄρος Σινά στήν Ἀραβία, κι ἀντιστοιχεῖ στήν τωρινή Ἱερουσαλήμ, πού πραγματικά εἶναι ὑπόδουλη, αὐτή καί τά παιδιά της. Ἀντίθετα, ἡ οὐράνια Ἱερουσαλήμ εἶναι ἐλεύθερη, κι αὐτή εἶναι ἡ μητέρα ὅλων μας. Λέει σχετικά ἡ Γραφή: Νά χαίρεσαι, στείρα, πού δέ γεννᾶς! Φώναξε καί κράξε μέ χαρά, ἐσύ πού δέν κοιλοπονᾶς! Γιατί εἶναι περισσότερα τά παιδιά τῆς διωγμένης παρά ἐκείνης πού ἔχει τόν ἄντρα.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ε΄ 1-11)

Τῷ καιρῷ ἐκείνῳ, ἑστὼς ὁ Ἰησοῦς παρὰ τὴν λίμνην Γεννησαρέτ, εἶδε δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀποβάντες ἀπ’ αὐτῶν ἀπέπλυνον τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον· καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπε πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ· Ἐπιστάτα, δι' ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὸ δίκτυον. Καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ· διερρήγνυτο δὲ τὸ δίκτυον αὐτῶν. Καὶ κατένευσαν τοῖς μετόχοις τοῖς ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσε τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ' ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, Κύριε· θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ᾗ συνέλαβον,  ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπε πρὸς τὸν Σίμωνα ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες ἅπαντα ἠκολούθησαν αὐτῷ.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς στεκόταν ὁ Ἰησοῦς στήν ὄχθη τῆς λίμνης Γεννησαρέτ, εἶδε δύο ψαροκάικα στήν ἄκρη τῆς λίμνης. Οἱ ψαράδες εἶχαν κατέβει ἀπ΄ αὐτά καί ἔπλεναν τά δίχτυα. Ἐκεῖνος ἀνέβηκε σ΄ ἕνα ἀπό τά ψαροκάικα, σ΄ αὐτό πού ἦταν τοῦ Σίμωνα, καί τόν παρακάλεσε νά τραβηχτεῖ λίγο ἀπό τήν ξηρά. Κάθισε στό ψαροκάικο καί ἀπ΄ αὐτό δίδασκε τά πλήθη. Ὅταν τελείωσε τήν ὁμιλία του, εἶπε στό Σίμωνα: «Πήγαινε στά βαθιά καί ρίξτε τά δίχτυα σας γιά ψάρεμα». Ὁ Σίμων τοῦ ἀποκρίθηκε: «Διδάσκαλε, ὅλη τή νύχτα παιδευόμασταν καί δέν πιάσαμε τίποτε· ἐπειδή ὅμως τό λές ἐσύ, θά ρίξω τό δίχτυ». Τό ἔριξαν κι ἔπιασαν πάρα πολλά ψάρια, τόσα πού τό δίχτυ τους ἄρχισε νά σκίζεται. Μέ νεύματα εἰδοποίησαν τούς συνεταίρους τους, πού ἦταν στό ἄλλο πλοῖο νά ἔρθουν νά τούς βοηθήσουν. Ἐκεῖνοι ἦρθαν καί γέμισαν καί τά δύο ψαροκάικα σέ σημεῖο πού νά κινδυνεύουν νά βυθιστοῦν. Ὅταν ὁ Σίμων Πέτρος εἶδε τί ἔγινε, ἔπεσε στά γόνατα τοῦ Ἰησοῦ καί τοῦ εἶπε: «Βγές ἀπό τό καΐκι μου, Κύριε, γιατί εἶμαι ἄνθρωπος ἁμαρτωλός». Αὐτά τά εἶπε γιατί εἶχε κυριευτεῖ ἀπό δέος, αὐτός καί ὅλοι ὅσοι ἦταν μαζί του, γιά τά πολλά ψάρια πού εἶχαν πιάσει. Τό ἴδιο συνέβη καί μέ τά παιδιά τοῦ Ζεβεδαίου, τόν Ἰάκωβο καί τόν Ἰωάννη, πού ἦταν συνεργάτες τοῦ Σίμωνα. Ὁ Ἰησοῦς τότε εἶπε στό Σίμωνα: «Μή φοβᾶσαι, ἀπό τώρα θά ψαρεύεις ἀνθρώπους». Ὕστερα, ἀφοῦ τράβηξαν τά ψαροκάικα στή στεριά, ἄφησαν τά πάντα καί τόν ἀκολούθησαν.

Subscribe to Email