ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. δ΄ 9-16)

Αδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἂχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. Ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

 

Μετάφραση

Αδελφοί, ὁ Θεός σ΄ ἐμᾶς τούς ἀποστόλους ἔδωσε τήν ἐλεεινότερη θέση, σάν νά εἴμαστε καταδικασμένοι νά πεθάνουμε στήν ἀρένα. Γιατί γίναμε θέαμα γιά τόν κόσμο, γιά ἀγγέλους καί γι΄ ἀνθρώπους. Ἐμεῖς παρουσιαζόμαστε μωροί γιά χάρη τοῦ Χριστοῦ, ἐνῶ ἐσεῖς εἶστε σοφοί χάρη στό Χριστό· ἐμεῖς εἴμαστε ἀδύναμοι, ἐνῶ ἐσεῖς εἶστε δυνατοί· ἐμεῖς εἴμαστε περιφρονημένοι, ἐνῶ ἐσεῖς εἶστε τιμημένοι! Ὡς αὐτήν τήν ὥρα πεινᾶμε, διψᾶμε, γυρνᾶμε μέ κουρέλια, ξυλοδαρμένοι, ἀπό τόπο σέ τόπο χωρίς σπίτι, καί μοχθοῦμε νά ζήσουμε δουλεύοντας μέ τά ἴδιά μας τά χέρια. Στούς ἐμπαιγμούς ἀπαντᾶμε μέ καλά λόγια, στούς διωγμούς μέ ὑπομονή, στίς συκοφαντίες μέ λόγια φιλικά. Καταντήσαμε σάν τά σκουπίδια ὄλου τοῦ κόσμου, ὡς αὐτήν τήν ὥρα θεωρούμαστε τά ἀποβράσματα τῆς κοινωνίας. Δέ σᾶς τά γράφω αὐτά γιά νά σᾶς κάνω νά ντραπεῖτε, ἀλλά γιά νά σᾶς συμβουλέψω ὅπως ὁ πατέρας τ΄ ἀγαπημένα του παιδιά. Γιατί κι ἄν ἀκόμα ἔχετε χιλιάδες δασκάλους στή ζωή σας μέ τό Χριστό, δέν ἔχετε πολλούς πατέρες ἀλλά μόνον ἕνα. Στή σωτήρια οἰκονομία τοῦ Ἰησοῦ Χριστοῦ, ἐγώ σάν πατέρας σᾶς γέννησα μέ τό κήρυγμα τοῦ εὐαγγελίου. Σᾶς ζητῶ λοιπόν νά μοῦ μοιάσετε.

 

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. θ΄ 36, ι΄ 1-8)

Τῷ καιρῷ ἐκεῖνῳ, ἰδὼν ὁ Ἰησοῦς τοὺς ὄχλους ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐρριμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐισι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, ὃταν εἶδε ὁ Ἰησοῦς τόν κόσμο, τούς σπλαχνίστηκε, γιατί ἦταν ταλαιπωρημένοι καί ἐγκαταλειμμένοι σάν πρόβατα πού δέν ἔχουν ποιμένα. Κάλεσε τότε τούς δώδεκα μαθητές του καί τούς ἔδωσε τήν ἐξουσία πάνω στά δαιμονικά πνεύματα, γιά νά μποροῦν νά τά διώχνουν, καί νά μποροῦν νά θεραπεύουν κάθε ἀσθένεια καί κάθε ἀδυναμία. Τά ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ Ἰησοῦ εἶναι τά ἑξῆς: Πρῶτος ὁ Σίμων, πού λέγεται    Πέτρος, κι ὁ ἀδερφός του ὁ Ἀνδρέας· ὁ Ἰάκωβος, γιός τοῦ Ζεβεδαίου, κι ὁ ἀδερφός του ὁ Ἰωάννης· ὁ Φίλιππος κι ὁ Βαρθολομαῖος, ὁ Θωμάς κι ὁ Ματθαῖος ὁ τελώνης, ὁ Ἰάκωβος, γιός τοῦ Ἀλφαίου, καί ὁ Λεββαῖος, πού ἐπονομάστηκε Θαδδαῖος· ὁ Σίμων ὁ Κανανίτης κι ὁ Ἰούδας ὁ Ἰσκαριώτης, αὐτός πού τόν πρόδωσε. Αὐτούς τούς δώδεκα τούς ἔστειλε ὁ Ἰησοῦς νά κηρύξουν, καί τούς ἔδωσε τίς ἑξῆς παραγγελίες: «Μήν πάρετε τό δρόμο γιά τήν περιοχή πού κατοικοῦν εἰδωλολάτρες καί μήν μπεῖτε σέ πόλη Σαμαρειτῶν. Προτιμῆστε νά πᾶτε στούς Ἰσραηλίτες πού ἔχουν πλανηθεῖ. Ὅπου πάτε, νά κηρύττετε λέγοντας πώς ἔφτασε ἡ βασιλεία τοῦ Θεοῦ. Νά θεραπεύετε τούς ἀρρώστους, νά ἀνασταίνετε τούς νεκρούς,  νά γιατρεύετε τούς λεπρούς, νά κάνετε καλά τούς δαιμονισμένους. Δωρεάν τά λάβατε, δωρεάν καί νά τά δίνετε».

Subscribe to Email