Ἁγίου Νεκταρίου

Ὦ Θεία Ἀγάπη, ἐλθέ, ἱκετεύω,

ἐξ ὅλης ψυχῆς μου καὶ μέσης καρδίας,

καὶ σκήνωμα θεῖον, Χριστέ, ποίησόν με

καὶ πάσης κηλῖδος, ὦ καθάρισόν με.

 

Ὦ Θεία Ἀγάπη, ἀγάπης ἐνθέου

τὴν Σὲ ἐκζητοῦσαν ψυχὴν ἔμπλησόν μου

καὶ ἔρωτα θεῖον, Ὦ Θεία Ἀγάπη,

θερμῶς ἱκετεύω, τῷ δούλῳ σου δός μοι.

 

Ὦ Θεία Ἀγάπη, τὴν σὴν ἱκετεύω,

ἀγάπην παράσχου τοῖς σὲ ἐκζητοῦσι·

Ἡ γὰρ σὴ ἀγάπη τὸ πλήρωμά ἐστι

τοῦ Θείου σου Νόμου, Ἀγάπη γλυκεῖα.

 

Ὦ Θεία Ἀγάπη, ἡ μόνη πληροῦσα

τὸν σύμπαντα κόσμον καὶ ἡ συντηροῦσα,

Σὺ πέλεις ὁ νόμος τῶν ἐπουρανίων,

Σὺ πέλεις ὁ νόμος καὶ τῶν ἐπιγείων.

 

Ἡ Σὴ Βασιλεία ἐστὶν ἡ ἀγάπη,

ἐν ᾗ βασιλεύει χαρὰ καὶ εἰρήνη,

ἐν ᾗ βασιλεύει ἡ μακαριότης,

ὁ ἔρως τοῦ Θείου καὶ ἡ εὐφροσύνη.

Subscribe to Email