Τό ἐν Χώναις θαῦμα παρά τοῦ ἀρχαγγέλου Μιχαήλ

Ἀπόστολος (Ἑβρ. β΄ 2-10)

 Αδελφοί, εἰ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; Ἣτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, διεμαρτύρατο δὲ πού τις λέγων· «Τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ»· ἐν γὰρ τῷ «ὑποτάξαι» αὐτῷ τὰ «πάντα» οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ «πάντα ὑποτεταγμένα»·  τὸν δὲ «βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον» βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου «δόξῃ καὶ τιμῇ ἐστεφανωμένον», ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Ἒπρεπε γὰρ αὐτῷ, δι' ὃν τὰ πάντα καὶ δι' οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

 Μετάφραση

Αδελφοί, ἂν ὁ λόγος πού δόθηκε ἂλλοτε μέσω ἀγγέλων, ἀποδείχτηκε ἀληθινός, κι ὃσοι τόν παρέβηκαν ἢ δέν ὑπάκουσαν σ’ αὐτόν, δέχτηκαν τήν τιμωρία πού τούς ἒπρεπε, πῶς εἶναι δυνατόν ἐμεῖς νά ξεφύγουμε, ἂν δέν δώσουμε τήν προσοχή πού ταιριάζει σε μια τόσο σπουδαία σωτηρία; Τή σωτηρία αὐτή, πού ἂρχισε νά διακηρύττει ὁ Κύριος, μᾶς τή βεβαίωσαν ὃσοι ἂκουσαν τόν λόγον του. Κι ὁ Θεός πρόσθεσε τή μαρτυρία του γι’ αὐτήν, μέ κάθε λογῆς θαυματουργικές ἐνέργειες καί μέ τίς διάφορες δωρεές τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος, σύμφωνα μέ τό θέλημά του. Τόν μελλοντικό κόσμο, για τόν ὁποῖο μιλᾶμε, ὁ Θεός δέν τόν ὑπέταξε στούς ἀγγέλους . Ἀντίθετα ὃπως λέει κάπου ἡ Γραφή, Τί εἶναι ὁ ἂνθρωπος για νά τόν σκέφτεσαι; ἢ ὁ υἱός τοῦ ἀνθρώπου για νά τόν φροντίζεις; Τόν ἒκανες λίγο κατώτερον ἀπ’ τούς ἀγγέλους, τόν στεφάνωσες μέ δόξα καί τιμή ὃλα τά ὑπέταξες κάτω ἀπ’ τά πόδια του. Λέγοντας ὃλα τά ὑπέταξες σ’ αὐτόν, ἐννοεῖ πώς τίποτα δέν ἂφησε πού νά μήν τό ὑποτάξει σ’ αὐτόν. Ὣς τώρα ὃμως δέν βλέπουμε νά εἶναι ὃλα ὑποταγμένα σ’ αὐτόν. Βλέπουμε ὃμως ὃτι ὁ Ἰησοῦς, πού ἒγινε γιά ἓνα χρονικό διάστημα κατώτερος ἀπ’ τούς ἀγγέλους, στεφανώθηκε μέ δόξα καί τιμή, ἐξαιτίας τοῦ θανάτου του. Γιατί ἡ χάρη τοῦ Θεοῦ θέλησε αὐτός νά γευτεῖ τόν θάνατο για τό καλό ὃλων. Ὁ Θεός, λοιπόν, ἡ ἀρχή καί ὁ σκοπός τῶν πάντων, ἐνῶ ὁδήγησε πολλούς υἱούς στή δόξα, ἒπρεπε μέ τό πάθος νά ὁδηγήσει τόν χορηγό τῆς σωτηρίας τους στήν ὁλοκλήρωση τοῦ ἒργου του. 

 

Εὐαγγέλιο (Ματθ. κβ΄ 1-14)

Εἶπεν ὁ Ἰησοῦς τήν παραβολήν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμασα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ εἰς τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. Ἀκούσας δὲ ὁ βασιλεὺς ἐκεῖνος ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσε τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. Τότε λέγει τοῖς δούλοις αὐτοῦ· ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε καλέσατε εἰς τοὺς γάμους. Καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων. Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; Ὁ δὲ ἐφιμώθη. Τότε εἶπεν ὁ βασιλεὺς τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἄρατε αὐτὸν καὶ ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.

Μετάφραση

 Εἶπεν ὁ Κύριος αὐτή τήν παραβολή: «Ἡ βασιλεία τῶν οὐρανῶν μοιάζει μ΄ ἕνα βασιλιά, πού ἔκανε τό γάμο τοῦ γιοῦ του. Ἔστειλε τούς δούλους του νά φωνάξουν τούς καλεσμένους στό γάμο, ἐκεῖνοι ὅμως δέν ἤθελαν νά ἔρθουν. Ἔστειλε ξανά ἄλλους δούλους λέγοντάς τους:  «νά πεῖτε στούς καλεσμένους: ἔχω ἑτοιμάσει τό γεῦμα, ἔχω σφάξει τούς ταύρους καί τά θρεφτάρια, κι ὅλα εἶναι ἕτοιμα· ἐλάτε στό γάμο». Οἱ καλεσμένοι ὅμως ἀδιαφόρησαν καί πῆγαν ἄλλος στό χωράφι του κι ἄλλος στό ἐμπόριό του. Οἱ ὑπόλοιποι ἔπιασαν τούς δούλους του, τούς κακοποίησαν καί τούς σκότωσαν. Ὅταν τό ἄκουσε ὁ βασιλιάς ἐκεῖνος, θύμωσε· ἔστειλε τό στρατό του κι ἀφάνισε ἐκείνους τούς φονιάδες καί πυρπόλησε τήν πόλη τους. Τότε λέει στούς δούλους του: τό τραπέζι τοῦ γάμου εἶναι ἕτοιμο, μά οἱ καλεσμένοι δέ φάνηκαν ἄξιοι. Πηγαίνετε, λοιπόν, στά σταυροδρόμια κι ὅσους βρεῖτε καλέστε τους στούς γάμους. Βγῆκαν τότε οἱ δοῦλοι στούς δρόμους καί μάζεψαν ὅλους ὅσους βρῆκαν, κακούς καί καλούς. Ἡ αἴθουσα τοῦ γάμου γέμισε ἀπό συνδαιτυμόνες. Μπῆκε κι ὁ βασιλιάς γιά νά δεῖ τούς συνδαιτυμόνες, κι ἐκεῖ εἶδε κάποιον πού δέν ἦταν ντυμένος μέ τή γαμήλια φορεσιά. Φίλε, τοῦ λέει, πῶς μπῆκες ἐδῶ χωρίς τό κατάλληλο ντύσιμο; Ἐκεῖνος ἔχασε τή λαλιά του. Τότε ὁ βασιλιάς εἶπε στούς ὑπηρέτες: δέστε του τά πόδια καί τά χέρια καί πάρτε τον καί βγάλτε τον ἔξω στό σκοτάδι· ἐκεῖ θά κλαίει καί θά τρίζει τά δόντια του. Γιατί, πολλοί εἶναι οἱ καλεσμένοι, λίγοι ὅμως οἱ ἐκλεκτοί».

 

 

 

 

 

 

Subscribe to Email