ΚΥΡΙΑΚΗ 17 Σεπτεμβρίου 2017 - ΜΕΤΑ ΤΗΝ ΥΨΩΣΙΝ - Σοφίας, Πίστεως, Ἀγάπης καί Ἐλπίδος μαρτύρων Ἡρακλειδίου ἐπ. Ταμασέων, Αὐξιβίου Σόλων

 

ΑΠΟΣΤΟΛΟΣ (Γαλ. β΄ 16-20)

Αδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

 

Μετάφραση

Αδελφοί, ξέρουμε πώς ὁ ἄνθρωπος δέν μπορεῖ νά σωθεῖ μέ τήν τήρηση τῶν διατάξεων τοῦ νόμου. Αὐτό θά γίνει μόνο μέ τήν πίστη στόν Ἰησοῦ Χριστό. Γι΄ αὐτό κι ἐμεῖς πιστέψαμε στόν Ἰησοῦ Χριστό, γιά νά δικαιωθοῦμε μέ τήν πίστη στό Χριστό κι ὄχι μέ τήν τήρηση τοῦ νόμου· γιατί μέ τά ἔργα τοῦ νόμου δέ θά σωθεῖ κανένας ἄνθρωπος. Ἄν ὅμως, ζητώντας νά σωθοῦμε ἀπό τό Χριστό, βρεθήκαμε νά εἴμαστε κι ἐμεῖς ἁμαρτωλοί ὅπως οἱ ἐθνικοί, σημαίνει τάχα πῶς ὁ Χριστός ὁδηγεῖ στήν ἁμαρτία; Ὄχι βέβαια! Γιατί, ἄν ὅ,τι γκρέμισα τό ξαναχτίζω, εἶναι σάν νά ὁμολογῶ πώς ἔκανα λάθος ὅταν τό γκρέμιζα. Κι ἀληθινά, μέ κριτήριο τό νόμο, ἔχω πεθάνει γιά τή θρησκεία τοῦ νόμου, γιά νά βρῶ τή ζωή κοντά στό Θεό. Ἔχω πεθάνει στό σταυρό μαζί μέ τό Χριστό. Καί δέ ζῶ πιά ἐγώ, ἀλλά ζεῖ στό πρόσωπό μου ὁ Χριστός. Κι ἡ τωρινή σωματική μου ζωή εἶναι ζωή βασισμένη στήν πίστη μου στόν Υἱό τοῦ Θεοῦ, πού μέ ἀγάπησε καί πέθανε ἐκούσια γιά χάρη μου.

 

ΕΥΑΓΓΕΛΙΟ (Μάρκ. η΄ 34 - θ΄1)

Εἶπεν ὁ Κύριος· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. Τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; Ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες ὧδε τῶν ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

 

Μετάφραση

Εἶπεν ὁ Κύριος: «Ὅποιος θέλει νά μέ ἀκολουθήσει, ἄς ἀπαρνηθεῖ τόν ἑαυτό του, ἄς σηκώσει τό σταυρό του κι ἅς μέ ἀκολουθεῖ. Γιατί ὅποιος θέλει νά σώσει τή ζωή του θά τή χάσει· ὅποιος ὅμως χάσει τή ζωή του ἐξαιτίας μου καί ἐξαιτίας τοῦ εὐαγγελίου, αὐτός θά τή σώσει. Τί θά ὠφεληθεῖ ὁ ἄνθρωπος, ἄν κερδίσει ὁλόκληρο τόν κόσμο ἀλλά χάσει τή ζωή του; Τί μπορεῖ νά δώσει ὁ ἄνθρωπος ἀντάλλαγμα γιά τή ζωή του; Ὅποιος, ζώντας μέσα σ΄ αὐτή τή γενιά τήν ἄπιστη κι ἁμαρτωλή, ντραπεῖ γιά μένα καί γιά τή διδασκαλία μου, θά ντραπεῖ γι΄ αὐτόν καί ὁ Υἱός τοῦ Ἀνθρώπου, ὅταν ἔρθει μέ ὅλη τη λαμπρότητα τοῦ Πατέρα του, μαζί μέ τούς ἁγίους ἀγγέλους». Τούς ἔλεγε ἀκόμη ὁ Ἰησοῦς: «Σᾶς βεβαιώνω πώς ὑπάρχουν μερικοί ἀνάμεσα σ΄ αὐτούς πού βρίσκονται ἐδῶ, οἱ ὁποῖοι δέ θά γευτοῦν τό θάνατο, πρίν δοῦν νά ἔρχεται δυναμικά ἡ βασιλεία τοῦ Θεοῦ».

Subscribe to Email