ΑΠΟΣΤΟΛΟΣ (Β΄ Τιμ. β΄ 1-10)

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

 

Μετάφραση

Παιδί μου Τιμόθεε, νά παίρνεις δύναμη ἀπό τή χάρη πού μᾶς ἔδωσε ὁ Ἰησοῦς Χριστός. Κι ὅσα ἄκουσες ἀπό μένα μπροστά σέ πολλούς μάρτυρες, αὐτά νά τά μεταδώσεις σέ ἔμπιστους ἀνθρώπους, πού θά εἶναι ἱκανοί νά διδάξουν καί ἄλλους. Κακοπάθησε λοιπόν σάν καλός στρατιώτης τοῦ Ἰησοῦ Χριστοῦ. Κανείς στρατευμένος δέν μπλέκεται στίς ὑποθέσεις τῆς καθημερινῆς ζωῆς, ἄν θέλει νά εἶναι συνεπής ἀπέναντι σ΄ ἐκεῖνον πού τόν στρατολόγησε. Κι ὅταν κάποιος μετέχει σέ ἀθλητικούς ἀγῶνες, δέν παίρνει τό στεφάνι τῆς νίκης, ἄν δέν ἀγωνιστεῖ σύμφωνα μέ τούς κανόνες. Ὁ γεωργός πρέπει νά κοπιάσει, γιά νά μπορέσει νά φάει πρῶτος ἀπό τούς καρπούς. Προσπάθησε νά καταλάβεις αὐτά πού λέω. Ὁ Κύριος νά σέ βοηθήσει νά τά ἐννοήσεις ὅλα. Νά μήν ξεχνᾶς τόν Ἰησοῦ Χριστό, τόν ἀναστημένο ἀπό τούς νεκρούς καί ἀπόγονο τοῦ Δαβίδ, σύμφωνα μέ τό εὐαγγέλιο πού κηρύττω. Γιά τό εὐαγγέλιο αὐτό κακοπαθῶ ὡς τό σημεῖο νά μέ δέσουν σάν κακοῦργο. Ἀλλά ὁ λόγος τοῦ Θεοῦ δέν δένεται. Γι΄ αὐτό, ὅλα τά ὑπομένω γιά χάρη τῶν ἐκλεκτῶν τοῦ Θεοῦ, γιά νά πετύ- χουν κι αὐτοί τή σωτηρία πού ἔφερε ὁ Ἰησοῦς Χριστός καί νά δοξαστοῦν αἰώνια.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. η΄ 26-39)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησεν αὐτῷ ἀνήρ τις ἐκ τῆς πόλεως, ὃς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον οὐκ ἐνεδιδύσκετο, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλ' ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν καὶ ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπε· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς. Παρήγγειλε γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσεσι καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ δαίμονος εἰς τὰς ἐρήμους. Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοί ἐστιν ὄνομα; Ὁ δὲ εἶπε· Λεγεών· ὅτι δαιμόνια πολλὰ εἰσῆλθεν εἰς αὐτόν· καὶ παρεκάλει αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένη ἐν τῷ ὄρει· καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη. Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς, καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ' οὗ τὰ δαιμόνια ἐξεληλύθει, ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν δὲ αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησαν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν ἀπελθεῖν ἀπ' αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο. Αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον ὑπέστρεψεν. Ἐδέετο δὲ αὐτοῦ ὁ ἀνὴρ, ἀφ' οὗ ἐξεληλύθει τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ· ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς λέγων· Ὑπόστρεφε εἰς τὸν οἶκόν σου καὶ διηγοῦ ὅσα ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε καθ' ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς ἒφτασε ὁ Ἰησοῦς στήν περιοχή τῶν Γαδαρηνῶν, τόν συνάντησε κάποιος ἄντρας ἀπό τήν πόλη, πού εἶχε μέσα του δαιμόνια ἀπό πολύν καιρό. Ροῦχο δέν ντυνόταν οὔτε ἔμενε σέ σπίτι, ἀλλά ζοῦσε στά μνήματα. Ὅταν εἶδε τόν Ἰησοῦ, ἔβγαλε μία κραυγή, ἔπεσε στά πόδια του καί τοῦ εἶπε μέ δυνατή φωνή: «Τί δουλειά ἔχεις ἐσύ μ΄ ἐμένα Ἰησοῦ, Υἱέ τοῦ ὑψίστου Θεοῦ; Σέ παρακαλῶ μή μέ βασανίσεις». Αὐτά τά εἶπε, γιατί ὁ Ἰησοῦς εἶχε διατάξει τό δαιμονικό πνεῦμα νά βγεῖ ἀπό τόν ἄνθρωπο. Ἀπό πολλά χρόνια τόν εἶχε στήν ἐξουσία του, καί γιά νά τόν συγκρατήσουν τόν ἔδεναν μέ ἁλυσίδες καί τοῦ ἔβαζαν στά πόδια σιδερένια δεσμά. Ἐκεῖνος ὅμως ἔσπαζε τά δεσμά, καί τό δαιμόνιο τόν ὁδηγοῦσε στίς ἐρημιές. Ὁ Ἰησοῦς τόν ρώτησε: «Ποιό εἶναι τό ὄνομά σου;» Ἐκεῖνος ἀπάντησε: «Λεγεών»· γιατί εἶχαν μπεῖ μέσα του πολλά δαιμόνια. Τά δαιμόνια, λοιπόν, τόν παρακαλοῦσαν νά μήν τά διατάξει νά πᾶνε στήν ἄβυσσο. Ἐκεῖ κοντά ἦταν ἕνα κοπάδι ἀπό πολλούς χοίρους πού ἔβοσκαν στό βουνό, καί τά δαιμόνια παρακαλοῦσαν τόν Ἰησοῦ νά τούς ἐπιτρέψει νά μποῦν στούς χοίρους, καί τούς τό ἐπέτρεψε. Βγῆκαν, λοιπόν, ἀπό τόν ἄνθρωπο καί μπῆκαν στούς χοίρους. Τότε τό κοπάδι ὅρμησε πρός τόν γκρεμό καί πνίγηκε στή λίμνη. Μόλις οἱ βοσκοί εἶδαν τί ἔγινε, ἔφυγαν καί τό εἶπαν στήν πόλη καί στήν ὕπαθρο. Βγῆκαν οἱ ἄνθρωποι νά δοῦν τί ἔγινε καί ἦρθαν κοντά στόν Ἰησοῦ. Βρῆκαν τόν ἄνθρωπο ἀπό τόν ὁποῖο βγῆκαν τά δαιμόνια νά κάθεται δίπλα στόν Ἰησοῦ, νά φοράει ροῦχα καί νά φέρεται λογικά, καί φοβήθηκαν.  Ὅσοι εἶχαν  δεῖ τί εἶχε γίνει, τούς εἶπαν γιά τό πώς ὁ δαιμονισμένος σώθηκε. Τότε ὅλο τό πλῆθος ἀπό τήν περιοχή τῶν Γαδάρων παρακαλοῦσαν τόν Ἰησοῦ νά φύγει ἀπό κοντά τους, γιατί τούς εἶχε πιάσει μεγάλος φόβος. Ἐκεῖνος μπῆκε στό πλοιάριο γιά νά γυρίσει πίσω. Ὁ ἄνθρωπος ἀπό τόν ὁποῖο εἶχαν βγεῖ τά δαιμόνια τόν παρακαλοῦσε νά τόν πάρει μαζί του. Ὁ Ἰησοῦς ὅμως τοῦ εἶπε νά φύγει, μέ τά παρακάτω λόγια: «Γύρισε στό σπίτι σου καί διηγήσου ὅσα ἔκανε σ΄ ἐσένα ὁ Θεός». Ἐκεῖνος ἔφυγε διαλαλώντας σ΄ ὅλη τήν πόλη ὅσα ἔκανε σ΄ αὐτόν ὁ Ἰησοῦς.

Subscribe to Email