ΑΠΟΣΤΟΛΟΣ (Α΄ Κορ. ιβ΄ 27 – ιγ΄ 8)

Αδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείτονα. Καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. Καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

 

Μετάφραση

Αδελφοί, ἐσεῖς ὅλοι μαζί ἀποτελεῖτε τό σῶμα τοῦ Χριστοῦ, καί εἶστε μέλη του, ὁ καθένας σας χωριστά. Γι΄ αὐτό στήν ἐκκλησία ὁ Θεός τοποθέτησε τόν καθένα στήν ὁρισμένη του θέση: πρῶτα ἔρχονται οἱ ἀπόστολοι, σέ δεύτερη θέση οἱ προφῆτες, σέ τρίτη οἱ διδάσκαλοι, καί ἀκολουθοῦν οἱ θαυματουργοί, οἱ θεραπευτές, αὐτοί πού παραστέκονται στίς ἀνάγκες, οἱ διαχειριστές, ὅσοι λαλοῦν διάφορα εἴδη γλωσσῶν. Δέν εἶναι ὅλοι ἀπόστολοι οὔτε ὅλοι προφῆτες οὔτε ὅλοι διδάσκαλοι. Δέν εἶναι ὅλοι θαυματουργοί οὔτε ὅλοι θεραπευτές οὔτε ὅλοι λαλοῦν γλῶσσες κι οὔτε ξέρουν πῶς νά τίς ἐξηγοῦν. Ὁ ζῆλος σας, μάλιστα, πρέπει νά στρέφεται πρός τά σημαντικότερα χαρίσματα. Σᾶς δείχνω κι ἕναν πολύ ἀνώτερο ἀκόμα δρόμο: Ἄν μπορῶ νά λαλῶ ὅλες τίς γλῶσσες τῶν ἀνθρώπων, ἀκόμα καί τῶν ἀγγέλων, ἀλλά δέν ἔχω ἀγάπη γιά τούς ἄλλους, οἱ λόγοι μου ἀκούγονται σάν ἦχος χάλκινης καμπάνας ἤ σάν κυμβάλου ἀλαλαγμός. Κι ἄν ἔχω τῆς προφητείας τό χάρισμα κι ὅλα κατέχω τά μυστήρια κι ὅλη τή γνώση, κι ἄν ἔχω ἀκόμα ὅλη τήν πίστη, ἔτσι πού νά μετακινῶ βουνά, ἀλλά δέν ἔχω ἀγάπη, εἶμαι ἕνα τίποτα. Κι ἄν ἀκόμα μοιράσω στούς φτωχούς ὅλα μου τά ὑπάρχοντα, κι ἄν παραδώσω στή φωτιά τό σῶμα μου γιά νά καεῖ, ἀλλά δέν ἔχω ἀγάπη, σέ τίποτα δέ μ΄ ὠφελεῖ. Ἐκεῖνος πού ἀγαπάει ἔχει μακροθυμία, ἔχει καί καλοσύνη· ἐκεῖνος πού ἀγαπάει δέ ζηλοφθονεῖ· ἐκεῖνος πού ἀγαπάει δέν κομπάζει οὔτε περιφανεύεται· εἶναι εὐπρεπής, δέν εἶναι ἐγωιστής οὔτε εὐερέθιστος· ξεχνάει τό κακό πού τοῦ ἔχουν κάνει. Δέ χαίρεται γιά τό στραβό πού γίνεται, ἀλλά μετέχει στή χαρά γιά τό σωστό. Ἐκεῖνος πού ἀγαπάει, ὅλα τά ἀνέχεται· σέ ὅλα ἐμπιστεύεται, γιά ὅλα ἐλπίζει, ὅλα τά ὑπομένει. Ποτέ ἡ ἀγάπη δέ θά πάψει νά ὑπάρχει.

 

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. η΄ 28 - θ΄ 1)

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· Τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;  Ἦν δὲ μακρὰν ἀπ' αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· Εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Καὶ εἶπεν αὐτοῖς· Ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων · καὶ ἰδοὺ ὥρμησεν πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασεν καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν

 

Μετάφραση

Εκεῖνο τόν καιρό,  ὃταν ἔφτασε ὁ Ἰησοῦς στήν περιοχή τῶν Γεργεσηνῶν, τόν συνάντησαν δύο δαιμονισμένοι πού ἔρχονταν ἀπό τά μνήματα, τόσο φοβεροί, πού κανένας δέν τολμοῦσε νά περάσει ἀπό κεῖνον τό δρόμο. Καί μέ κραυγές τοῦ ἔλεγαν: «Τί δουλειά ἔχεις ἐσύ μ΄ ἐμᾶς, Υἱέ τοῦ Θεοῦ; Ἦρθες ἐδῶ νά μᾶς βασανίσεις πρίν τήν ὥρα μας;» Μακριά ἀπ΄ αὐτούς ἔβοσκε ἕνα μεγάλο κοπάδι χοίρων. Καί οἱ δαίμονες τόν παρακαλοῦσαν λέγοντας: «Ἄν εἶναι νά μᾶς διώξεις, ἄφησέ μας νά πᾶμε στό κοπάδι τῶν χοίρων». Κι ἐκεῖνος τούς εἶπε: «Πηγαίνετε». Αὐτοί βγῆκαν καί πῆγαν στό κοπάδι τῶν χοίρων. Καί ὅλο τό κοπάδι ὅρμησε καί γκρεμίστηκε στή λίμνη καί πνίγηκαν μέσα στά νερά. Οἱ βοσκοί ἔφυγαν, πῆγαν στήν πόλη καί ἀνάγγειλαν ὅλα τά συμβάντα καί ὅ,τι ἔγινε μέ τούς δαιμονισμένους. Βγῆκε τότε ὅλη ἡ πόλη νά συναντήσει τόν Ἰησοῦ, κι ὅταν τόν εἶδαν, τόν παρακάλεσαν νά φύγει ἀπό τήν περιοχή τους. Ὁ Ἰησοῦς ἐπιβιβάστηκε στό πλοῖο, διέσχισε τή λίμνη καί ἦρθε στήν πόλη του.

Subscribe to Email