• An Image Slideshow
  • An Image Slideshow

Προσευχές

Τοποθεσία

Ύμνοι προς την Παναγία

 

Ὕμνοι πρός τήν Παναγία

(τούς ὁποίους μᾶς παρέδωσε ὁ ὅσιος Γέροντας Παναής ὁ ἐκ Λύσης)

«Ἡσαία Χόρευε»

Ἦχος πλ.α΄

 

Ἄσπιλε ἀμόλυντε Παναγία Μῆτερ τοῦ Θεοῦ, προσφέρειν σοι ὠδάς πόθου ἐκ ψυχῆς, ἠρξάμην Πανάμωμε, ἐκλιπαρῶν δός μοι τήν ἰσχύν ἵν’ ἐπαξίως σε, ἀνυμνήσω Παναγία μου.

 

Βέλη κατετρώθη μου τῆς ἀγάπης πόθω ἡ ψυχή, καί ἔδραμεν Ἁγνή, ὡς ἀσματική νεάνις ὀπίσω σου, παρακαλῶ φάνηθι καμοί καί τάς ἀγκάλας σου, ἄνοιξόν μοι Παναγία μου.

 

Γνούς τήν εὐσπλαχνίαν σου, καί τό ἄμετρον τῶν οἰκτιρμῶν, κατέφυγον εἰς σέ, τόν πανασφαλῆ λιμένα Πανάμωμε, τίς γάρ Ἁγνή θέλει ὥσπερ σύ τήν σωτηρίαν μου, ἥν καί δός μοι Παναγία μου.

 

Δέσποινα Πανάμωμε μή ἀπώσῃ μου τούς στεναγμούς, βοήθει μοι Ἁγνή, ἵνα λυτρωθῶ κακῆς συνηθείας μου καί τῶν δεινῶν φαύλων ἐννοιῶν καί τῷ Νυμφίῳ μου, ἅρμοσόν με Παναγία μου.

 

Ἔχεις ὡς Βασίλισσα ἐξουσίαν πᾶσαν καί ἰσχύν· οὐδέν ἀδυνατεῖ σου τῇ προσταγῇ, διό σοι προσπέφευγα, τοῦ πονηροῦ ρῦσαι μέ Ἁγνή, καί τῆς κολάσεως, λύτρωσέ με Παναγία μου.

 

Ζῆλον πρός τό ἔνθεον ἕλκυσόν με μῆτερ τῆς Ζωῆς, εὐθείαν εἰς ὁδόν εὔθυνον καμοῦ τούς πόδας Πανάμωμε, οὐκ ἔχω γάρ πλήν σου βοηθόν τῇ παρακλήσει μου, κάμφθητί μοι, Παναγία μου.

 

Ἥλιέ μου πάγχρυσε, ὁδηγέ μου δόξα μου χαρά· ἡ μόνη μου ἐλπίς καί καταφυγή καί μήτηρ φιλόστοργος τόν τῆς ψυχῆς πόθον μου Ἁγνή δέξαι καί σῶσόν με, τό σόν τέκνον Παναγία μου.

 

Θέαμα λαπρότατον, ὑπερβαῖνον νοῦν τῇ καλλονῇ, ἀγγέλων χαρμονή δόξα οὐρανῶν, Ἁγίων ἀγλάισμα, τό ποθητόν καί θεοειδές   βλέπειν σου πρόσωπον ἐκεῖ, δός μοι Παναγία μου.

 

Ἰλάθη Παντάνασσα ἐλεήμων Μῆτερ ἀγαθή, τοῦ πλήθους τῶν κακῶν μου ὡς συμπαθής σοῦ δέομαι πλῦνόν με καί ἐν καιρῷ δίκης τῆς φρικτῆς Δέσποινα ρῦσαι με, τῆς γεένης Παναγία μου.

 

Κλῖνον ὑπεράμωμε, σοῦ τό θεῖον οὕς εἰς τήν ἐμήν, παράκλησιν Ἁγνή, καί δαιμονικῆς δεινῆς ἀπογνώσεως καί ἀλγεινῆς ρύσαι μέ φλογός, σύ γάρ εἶ ἔλεος, καί ἐλπίς μου Παναγία μου.

 

Λύπης με ἐκλύτρωσαι, ἡ τεκοῦσα Μῆτερ τήν χαράν, Χριστόν τόν τῶν ψυχῶν θεῖον ἐραστήν, κἀμέ χαροποίησον, ἡ χαρμονή καί ὁ γλυκασμός τῶν ἀγαπώντων σε, ἐκ καρδίας Παναγία μου.

 

Μή ἐγκαταλείπῃς με ἡ ἐλπίς μου καί καταφυγή, εἰ γάρ καί ἀπορῶ πάσης ἀρετῆς ἀλλ’ οἶδας τόν πόθον μου, καί τήν πρός σέ ἔφεσιν ἁγνή τῇ ἀσθενεία μου, δός τήν ρῶσιν Παναγία μου.

 

Νεῦσον ἱλαρότητί σου τό θεῖον ὄμμα τό γλυκύ καμοί τῷ ταπεινῷ, ὅταν ἡ ψυχή τῶν τῇδε χωρίζεται. Πρόσχες Ἁγνή πρόφθασον με σύ, καί τῶν τελωνείων με φρικτῶν ρῦσαι Παναγία μου.

 

Ξένος καί ἐξόριστος ἐγενόμην τῆς ἀγαπητῆς πατρίδος μου, διό, κλαίω καί θρηνῶ, Πανάχραντε Δέσποινα, ἄρα λοιπόν πάλιν εἰς αὐτήν ἀξιοθήσομαι ἐπιστρέψαι Παναγία μου.

 

Ὅλην μου τήν αἴσθησιν καί καρδίαν σπλάχνα καί τόν νοῦν, ἐξέκαυσεν ὁ σός πόθος ἀγαθή, Μαρία Κυρία μου, παρακαλῶ Μῆτερ ἐκ ψυχῆς, μή καταισχύνῃς με, ἐν τῇ κρίσει Παναγία μου.

 

Πάγχρυσον παλάτιον βασιλέως τοῦ τῶν Οὐρανῶν ὁλόφωτε Ἁγνή δόξα τοῦ παντός τοῦ κόσμου βασίλισσα, ἀδυνατεῖ γλῶσσα τῶν βροτῶν τά μεγαλεῖα σου, ἀναμνῆσαι Παναγία μου.

 

Ρήτορες πολύφθογγοι, μεγαλεῖα δόξαν τε τήν σήν, ὑμνῆσαι οὐδαμῶς σθένουσιν, σεμνή Κυρία Παντάνασσα, τά Χερουβείμ γάρ καί Σεραφείμ, σύμπαν τε ποίημα, ὑπερέβης Παναγία μου.

 

Σῶσον σωτηρία μου σῶσον Μῆτερ, σῶσόν με Ἁγνή, σωθῆναι γάρ ποθῶν ἔδραμον πρός σέ τήν σώζουσαν Δέσποινα, διηνεκῶς σῶσόν με βοῶν, σέ σωτηρίαν μου γάρ, γινώσκω Παναγία μου.

 

Τά δεινά μου πταίσματα μή εἰς νοῦν βαλών ὁ μιαρός, τολμήσω ἀναιδῶς ὁ πανευτελής τῇ σκέπῃ σου ἔδραμον, παρακαλῶ δός μου τοῦ λοιποῦ μετανοῆσαί με, κατ’ ἀξίαν Παναγία μου.

 

Ὑπέρ ψάμμον Δέσποινα τήν σήν χάριν, καί τούς οἰκτιρμούς ἁπλοῦσαν ἀφειδῶς πᾶσι τοῖς πιστοῖς, ὡς ἔγνων ὁ δείλαιος τετολμηκώς ἔδραμον πρός σέ, πλήν σοῦ βοήθειαν, μή εὑρίσκω Παναγία μου.

 

Φεῖσαι Μῆτερ φεῖσαι μου, μή βδελύξῃ μέ τόν δυστυχῆ, ἐν ὥρᾳ τῇ φρικτῆ τῆ τοῦ χωρισμοῦ ψυχῆς ἐκ τοῦ σώματος, φθάσασα σύ τούς ὀδυνηρούς δίωξον δαίμονας, σώζουσά με Παναγία μου.

 

Χεῖρας, ὄμμα, πρόσωπον, τήν καρδίαν, σκέψιν καί φωνήν, διάνοιαν καί νοῦν, Πνεῦμα καί ψυχήν, πρός σέ αἴρω Δέσποινα, κλῖνον καμοί σοῦ τό ἱλαρόν δέομαι πρόσωπον, πρόσδεξαι με Παναγία μου.

 

Ψάλλειν σοι ἐκ στόματος ἀναξίου λήρου καί πτωχοῦ, ἐτόλμησα θαρρῶν εἰς τήν πρός ἡμᾶς Ἁγνή εὐσπλαχνίαν σου, τόν τῆς ψυχῆς πόθον ἀγαθή, σύ μου ἐνίσχυε, τοῦ ὑμνεῖν σε Παναγία μου.

 

Ὦ πανυπερθαύμαστε Παναγία Μῆτερ τοῦ Θεοῦ, Παρθένε Μαριάμ δόξα Οὐρανῶν, ὦ νύμφη ἀνύμφευτε, τήν ταπεινήν σῶσόν μου ψυχήν ἵνα δοξάζω σε εἰς αἰῶνας Παναγία μου.