• An Image Slideshow
  • An Image Slideshow

Προσευχές

Τοποθεσία

Προσευχή περί του αγίου Πνεύματος

Προσευχή περί του αγίου Πνεύματος

Επισκόπου Λήδρας Επιφανίου,

Ηγουμένου Ι.Μ. Μαχαιρά

«Κύριε καὶ Θεὲ τῶν Πατέρων ἡμῶν, ὁ πέμψας τὸν μονογενῆ Σου Υἱὸν καὶ Θεόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, γενόμενον ἄνθρωπον διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Παρθένου καὶ Θεοτόκου Μαρίας, παθόντα καὶ ταφέντα καὶ ἀναστάντα, ὃς καὶ ἀναληφθεὶς ἀφῆκεν εἰς ἡμᾶς ὑπόσχεσιν μὴ καταλείπειν ἡμᾶς ὀρφανοὺς πώποτε, ἀναγγέλλων τὴν ἐπαγγελίαν Σοῦ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς ἡμᾶς οὓς ἠγάπησεν ἕως τέλους, ὁ διὰ τῆς ἀῤῥήτου καὶ ἀνεκφράστου Σου ἀγάπης ἐξαποστείλας εἰς ἡμᾶς τὸ πανάγιόν Σου Πνεῦμα ἵνα παραμένῃ μεθ’ ἡμῶν εἰς τοὺς αἰῶνας, χάρισαι ἡμῖν διὰ τοῦ παναγίου Σου Πνεύματος τὴν Σὴν εἰρήνην καὶ τὴν Σὴν ἀγάπην, ἵνα, βοηθοῦν καὶ στηρίζον ἡμᾶς εἰς τὴν ἐκπλήρωσιν τῶν Σῶν προσταγμάτων, εὐτρεπίσῃ τὸν οἶκον τῆς ψυχῆς ἡμῶν εἰς τὴν εἴσοδόν Σου, καὶ ἑτοιμάσῃ αὐτὴν εἰς κατοικίαν Σὴν καὶ αἰωνίαν διαμονήν, πλατύνῃ δὲ αὐτὴν εἰς τὴν ὑποδοχὴν καὶ ἀνοχὴν πάντων τῶν ἀδελφῶν ἡμῶν, τῶν πλησίων, “ ἵνα πάντες ἓν ὦμεν”, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν».