• An Image Slideshow
  • An Image Slideshow

Αποστολικά και Ευαγγελικά αναγνώσματα

Τοποθεσία

ΚΥΡΙΑΚΗ Ε΄ νηστειών – ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

25032018

 

ΚΥΡΙΑΚΗ 25 Μαρτίου 2018 Ε΄ ΤΩΝ ΝΗΣΤΕΙΩΝ –  ΕΥΑΓΓΕΛΙΣΜΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

ΑΠΟΣΤΟΛΟΣ (Ἑβρ. β΄, 11–18)

Αδελφοί, ὅ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε»· καὶ πάλιν· «Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ»· καὶ πάλιν· «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός». Ἐπεὶ οὖν «τὰ παιδία» κεκοινώνηκε σαρκός καὶ αἵματος, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ' ἔστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ «σπέρματος Ἀβραὰμ» ἐπιλαμβάνεται. 17 ὅθεν ὤφειλε κατὰ πάντα τοῖς «ἀδελφοῖς» ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Μετάφραση

Αδελφοί, ὃλοι ἔχουν τόν ἴδιο πατέρα: Καί αὐτός πού ἐξαγνίζει καί αὐτοί πού ἐξαγνίζονται. Γι΄ αὐτό καί δέν ντρέπεται ὁ Ἰησοῦς νά τούς ὀνομάζει ἀδέρφια. Ὅπως λέει ἡ Γραφή: Θά διαλαλήσω στ΄ ἀδέρφια μου τό μεγαλεῖο σου, θά σέ ἐξυμνήσω μέσα στήν συνάθροιση. Κι ἀλλοῦ: Θά ἐμπιστευθῶ τόν ἑαυτό μου σ΄ αὐτόν. Καί συνεχίζει: Νά, ἐγώ καί τά παιδιά πού μου ΄δῶσε ὁ Θεός. Ἐπειδή λοιπόν «τά παιδιά» αὐτά ἦταν ἄνθρωποι, ἔγινε κι ὁ Ἰησοῦς ἄνθρωπος, γιά νά καταργήσει μέ τό θάνατό του αὐτόν πού ἐξουσίαζε τό θάνατο, δηλαδή τό διάβολο. Μ΄ αὐτόν τόν τρόπο ἀπελευθέρωσε ὅσους ὁ φόβος τοῦ θανάτου τούς εἶχε καταδικάσει νά εἶναι δοῦλοι σ΄ ὅλη τους τή ζωή. Εἶναι φανερό ὅτι δέν ἔρχεται νά βοηθήσει ἀγγέλους, ἀλλά τούς ἀπογόνους τοῦ Ἀβραάμ. Ἔπρεπε λοιπόν νά γίνει σέ ὅλα ὅμοιος μέ τ΄ ἀδέρφια του, ὥστε νά εἶναι σπλαχνικός καί πιστός ἀρχιερέας στήν ὑπηρεσία τοῦ Θεοῦ, ὥστε νά συγχωρηθοῦν οἱ ἁμαρτίες τοῦ λαοῦ. Ἔτσι, ἐπειδή ὁ ἴδιος ὑπέφερε καί δοκιμάστηκε, μπορεῖ τώρα νά βοηθήσει αὐτούς πού δοκιμάζονται.

ΕΥΑΓΓΕΛΙΟΝ ( Λουκ. α΄, 24-38)

Εν ταῖς ἡμέραις ἐκείναις συνέλαβεν Ἐλισάβετ ἡ γυνὴ Ζαχαρίου, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τό ὄνειδός μου ἐν ἀνθρώποις. Ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ὁ ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ᾗ ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾧ ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυῒδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. Καὶ εἰσελθὼν ὁ ἄγγελος πρὸς αὐτὴν εἶπε· Χαῖρε, κεχαριτωμένη· ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξίν. Ἡ δὲ ἰδοῦσα διεταράχθη ἐπὶ τῷ λόγῳ αὐτοῦ, καὶ διελογίζετο ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος. Καὶ εἶπεν ὁ ἄγγελος αὐτῇ· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. Καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαυῒδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς Θεοῦ. Καὶ ἰδοὺ Ἐλισάβετ ἡ συγγενὴς σου καὶ αὐτὴ συνεληφυῖα υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ· ὅτι οὐκ ἀδυνατήσει παρὰ τῷ Θεῷ πᾶν ῥῆμα. Εἶπε δὲ Μαριάμ· Ἰδοὺ ἡ δούλη Κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. Καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ὁ ἄγγελος.

Μετάφραση

Εκεῖνες τίς μέρες, ἡ Ἐλισάβετ, ἡ γυναίκα τοῦ Ζαχαρία, ἔμεινε ἔγκυος. Ἔκρυβε ὅμως τήν ἐγκυμοσύνη της γιά πέντε μῆνες καί ἔλεγε: «Ὁ Θεός εἶδε τή στενοχώρια μου καί φρόντισε νά μέ ἀπαλλάξει ἀπό τήν ντροπή πού ἔνιωθα μπροστά στούς ἀνθρώπους γιά τήν ἀτεκνία μου». Τόν ἕκτο μήνα τῆς ἐγκυμοσύνης τῆς Ἐλισάβετ, ὁ Θεός ἔστειλε τόν ἄγγελο Γαβριήλ στήν πόλη τῆς Γαλιλαίας Ναζαρέτ σέ μία παρθένο, πού ἦταν ἀρραβωνιασμένη μέ κάποιον πού λεγόταν Ἰωσήφ καί προερχόταν ἀπό τή γενιά τοῦ Δαβίδ. Ἡ παρθένος λεγόταν Μαριάμ. Παρουσιάστηκε, λοιπόν, σ΄ αὐτήν ὁ ἄγγελος καί τῆς εἶπε: «Χαῖρε ἐσύ, ἡ προικισμένη μέ τή χάρη τοῦ Θεοῦ! Ὁ κύριος εἶναι μαζί σου. Εὐλογημένη ἀπ΄ τό Θεό εἶσαι ἐσύ, περισσότερο ἀπ΄ ὅλες τίς γυναῖκες». Ἐκείνη μόλις τόν εἶδε ταράχτηκε μέ τά λόγια του καί προσπαθοῦσε νά ἐξηγήσει τί σημαίνει ὁ χαιρετισμός αὐτός. Ὁ ἄγγελος τῆς εἶπε: «Μή φοβᾶσαι, Μαριάμ, ὁ Θεός σοῦ ἔδωσε τή χάρη του· θά μείνεις ἔγκυος, θά γεννήσεις γιό καί θά τόν ὀνομάσεις Ἰησοῦ. Αὐτός θά γίνει μέγας καί θά ὀνομαστεῖ Υἱός τοῦ Ὑψίστου. Σ΄ αὐτόν θά δώσει ὁ Κύριος ὁ Θεός τό θρόνο τοῦ Δαβίδ, τοῦ προπάτορά του. Θά βασιλέψει γιά πάντα στούς ἀπογόνους τοῦ Ἰακώβ καί ἡ βασιλεία του δέ θά ἔχει τέλος». Ἡ Μαριάμ τότε ρώτησε τόν ἄγγελο: «Πῶς θά μοῦ συμβεῖ αὐτό, ἀφοῦ ἐγώ δέν ἔχω συζυγικές σχέσεις μέ κανέναν ἄντρα;» Ὁ ἄγγελος τῆς ἀπάντησε: «Τό Ἅγιο Πνεῦμα θά ἔρθει ἐπάνω σου καί θά σέ καλύψει ἡ δύναμη τοῦ Θεοῦ· γι΄ αὐτό καί τό ἅγιο παιδί πού θά γεννήσεις θά ὀνομαστεῖ Υἱός Θεοῦ. Μάθε ἀκόμη ὅτι ἡ συγγενής σου Ἐλισάβετ συνέλαβε γιό στά γηρατειά της· ἔτσι, αὐτή πού τήν ἀποκαλοῦσαν στείρα, τώρα βρίσκεται στόν ἕκτο μήνα τῆς ἐγκυμοσύνης. Γιά τό Θεό τίποτα δέν εἶναι ἀκατόρθωτο». Ἡ Μαριάμ τότε εἶπε: «Εἶμαι μία δούλη τοῦ Κυρίου· ἄς γίνει τό θέλημά του σ΄ ἐμένα ὅπως μοῦ τό εἶπες». Κι ἔφυγε ἀπό αὐτήν ὁ ἄγγελος.