• An Image Slideshow
  • An Image Slideshow

Αποστολικά και Ευαγγελικά αναγνώσματα

Τοποθεσία

ΚΥΡΙΑΚΗ 3 Δεκεμβρίου 2017 - ΙΔ΄ ΛΟΥΚΑ, Σοφονίου προφήτου Θεοδούλου ὁσίου

312

 

Κυριακή 3 Δεκεμβρίου 2017 - ΙΔ΄ ΛΟΥΚΑ, Σοφονίου προφήτου

Θεοδούλου ὁσίου

ΑΠΟΣΤΟΛΟΣ (Ἐφεσ. ε΄ 8-19)

Αδελφοί, ὡς τέκνα φωτὸς περιπατεῖτε·  ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ ἀγαθωσύνῃ καὶ δικαιοσύνῃ καὶ ἀληθείᾳ· δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῆ γινόμενα ὑπ' αὐτῶν αἰσχρόν ἐστι καὶ λέγειν· τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται· πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστι. Διὸ λέγει· Ἒγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Βλέπετε οὖν πῶς ἀκριβῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοί, ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.

 

Μετάφραση

Αδελφοί, νά ζεῖτε σάν ἄνθρωποι πού ἀνήκουν στό φῶς. Γιατί ἡ ζωή ἐκείνων πού ὁδηγοῦνται ἀπό τό Ἅγιο Πνεῦμα διακρίνεται γιά τήν ἀγαθότητα, τή δικαιοσύνη καί τήν ἀλήθεια. Νά ἐξετάζετε τί ἀρέσει στόν Κύριο. Καί νά μή συμμετέχετε στά σκοτεινά κι ἀνώφελα ἔργα τῶν ἄλλων, ἀλλά νά τά ξεσκεπάζετε. Γι΄ αὐτά πού κάνουν ἐκεῖνοι στά κρυφά, εἶναι ντροπή ἀκόμα καί νά μιλᾶμε. Ὅταν ὅμως ὅλα αὐτά ἔρχονται στό φῶς, ἀποκαλύπτεται ἡ ἀληθινή τους φύση. Γιατί ὅ,τι φανερώνεται γίνεται κι αὐτό φῶς. Γι΄ αὐτό λέει ἕνας ὕμνος: «Ξύπνα ἐσύ πού κοιμᾶσαι, ἀναστήσου ἀπό τούς νεκρούς, καί θά σέ φωτίσει ὁ Χριστός». Προσέχετε, λοιπόν, πώς ζεῖτε· μή ζεῖτε ὡς ἀσύνετοι ἀλλά ὡς συνετοί. Νά χρησιμοποιεῖτε σωστά τό χρόνο σας, γιατί ζοῦμε σέ πονηρούς καιρούς. Γι΄ αὐτό μήν εἶστε ἄφρονες, ἀλλά ν΄ ἀντιλαμβάνεστε τι θέλει ὁ Κύριος ἀπό σας. Νά μή μεθᾶτε μέ κρασί, πού ὁδηγεῖ στήν ἀσωτεία, ἀλλά νά γεμίζετε μέ τό Πνεῦμα τοῦ Θεοῦ. Νά τραγουδᾶτε στίς συνάξεις σας ψαλμούς καί ὕμνους καί πνευματικές ὠδές· νά ψάλλετε μέ τήν καρδιά σας στόν Κύριο.

 

ΕΥΑΓΓΕΛΙΟ (Λουκ. ιη΄ 35-43)

Tῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ ἐγγίζειν τόν Ἰησοῦν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν· ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο τί εἴη ταῦτα. Ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. Καὶ ἐβόησε λέγων· Ἰησοῦ, υἱὲ Δαυῒδ, ἐλέησόν με. Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιωπήσῃ· αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυῒδ, ἐλέησόν με. Σταθεὶς δὲ ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν λέγων· Τί σοι θέλεις ποιήσω; Ὁ δὲ εἶπε· Κύριε, ἵνα ἀναβλέψω. Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέ σε. Καὶ παραχρῆμα ἀνέβλεψε, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν Θεόν· καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ Θεῷ.

 

Μετάφραση

Εκεῖνο τόν καιρό, καθώς ὁ Ἰησοῦς πλησίαζε στήν Ἱεριχῶ, ἕνας τυφλός καθόταν στήν ἄκρη τοῦ δρόμου καί ζητιάνευε. Ὅταν ἄκουσε τό πλῆθος πού περνοῦσε, ρώτησε νά μάθει τί συνέβαινε. Τοῦ εἶπαν ὅτι περνάει ὁ Ἰησοῦς ὁ Ναζωραῖος. Τότε ἐκεῖνος ἄρχισε νά φωνάζει δυνατά: «Ἰησοῦ, Υἱέ τοῦ Δαβίδ, σπλαχνίσου με!» Αὐτοί πού προπορεύονταν τόν μάλωναν νά σωπάσει, ἐκεῖνος ὅμως φώναζε ἀκόμη πιό πολύ: «Υἱέ τοῦ Δαβίδ, σπλαχνίσου με!» Τότε ὁ Ἰησοῦς στάθηκε κι ἔδωσε ἐντολή νά τόν φέρουν κοντά του. Αὐτός πλησίασε κι ἐκεῖνος τόν ρώτησε: «Τί θέλεις νά σοῦ κάνω;» «Κύριε, θέλω ν΄ ἀποκτήσω τό φῶς μου», ἀποκρίθηκε. Κι ὁ Ἰησοῦς τοῦ εἶπε: «Ν΄ ἀποκτήσεις τό φῶς σου! Ἡ πίστη σου σέ ἔσωσε». Ἀμέσως ὁ τυφλός βρῆκε τό φῶς του κι ἀκολουθοῦσε τόν Ἰησοῦ δοξάζοντας τό Θεό. Καί ὅλος ὁ κόσμος, ὅταν τόν εἶδε, δοξολογοῦσε τό Θεό.