• An Image Slideshow
  • An Image Slideshow

Αποστολικά και Ευαγγελικά αναγνώσματα

Τοποθεσία

ΚΥΡΙΑΚΗ 6 Αὐγούστου 2017 - Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

metamorfosis

 

ΚΥΡΙΑΚΗ 6 Αὐγούστου 2017 - Η ΜΕΤΑΜΟΡΦΩΣΙΣ ΤΟΥ ΚΥΡΙΟΥ ΚΑΙ ΘΕΟΥ ΚΑΙ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΙΗΣΟΥ ΧΡΙΣΤΟΥ

 

ΑΠΟΣΤΟΛΟΣ (Β΄ Πέτρου, α΄ 10-19)

Αδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. Δίκαιον δὲ ἡγοῦμαι, ἐφ’ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος.  Λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.

 

Μετάφραση

Αδελφοί μου, προσπαθῆστε ἀκόμη περισσότερο νά διασφαλίσετε τήν κλίση σας καί τήν ἐκλογή σας ἀπό τό Θεό. Γιατί, ἄν ἐφαρμόσετε τά παραπάνω, δέ θά σκοντάψετε ποτέ. Μ΄ αὐτόν τόν τρόπο θά σᾶς χορηγηθεῖ γενναιόδωρα ἡ εἴσοδος στήν αἰώνια βασιλεία τοῦ Κυρίου καί σωτήρα μας Ἰησοῦ Χριστοῦ. Γι΄ αὐτό θά φροντίζω πάντα νά σᾶς ὑπενθυμίζω αὐτά τά πράγματα, μολονότι βέβαια τά ξέρετε καί μένετε σταθεροί στήν ἀλήθεια πού διδαχτήκατε. Καί νομίζω πώς εἶναι σωστό νά κεντρίζω τή θύμησή σας μέ τίς ὑπομνήσεις μου, ὅσο βρίσκομαι σέ τούτη τήν πρόσκαιρη ζωή. Ξέρω πώς γρήγορα θά ἐγκαταλείψω αὐτό τόν πρόσκαιρο κόσμο, ὅπως ἄλλωστέ μου το΄ χεῖ φανερώσει ὁ Κύριός μας, ὁ Ἰησοῦς Χριστός. Γι΄ αὐτό θά φροντίσω νά μπορεῖτε νά φέρνετε στό νοῦ σας ὅλα αὐτά τά πράγματα σέ κάθε περίσταση, ἀκόμη κι ὅταν θά ἔχω φύγει ἀπ΄ αὐτή τή ζωή. Δέ βασιστήκατε, λοιπόν, σέ περίτεχνους μύθους γιά νά σᾶς γνωστοποιήσουμε τή δυναμική ἔλευση τοῦ Κυρίου μας Ἰησοῦ Χριστοῦ. Ἔχουμε δεῖ μέ τά ἴδια μας τά μάτια τό μεγαλεῖο του· τότε πού ὁ Θεός Πατέρας τοῦ ἔδωσε τιμή καί δόξα, καί ἡ ἔνδοξη μεγαλοπρέπειά του ἀναφώνησε γι΄ αὐτόν μία τέτοια φωνή: «Αὐτός εἶναι ὁ ἀγαπητός μου Υἱός· αὐτός εἶναι ὁ ἐκλεκτός μου». Κι αὐτήν τήν φωνή τήν ἀκούσαμε πού ἐρχόταν ἀπό τόν οὐρανό ἐμεῖς οἱ ἴδιοι, πού ἤμασταν μαζί του στό ἅγιο ἐκεῖνο βουνό. Κι ἔτσι εἴμαστε περισσότερο βέβαιοι γιά τήν ἀλήθεια τοῦ κηρύγματος τῶν προφητῶν, πού καλά κάνετε καί τό προσέχετε σάν φῶς πού φέγγει στό σκοτάδι, ὡσότου γλυκοχαράξει τό πρωί κι ἀνατείλει στίς καρδιές σας ὁ αὐγερινός.

 

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. ιζ΄ 1-9)

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας μετ’ αὐτοῦ συλλαλοῦντες. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. Ἒτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

 

Μετάφραση

Εκεῖνο τό καιρό, παίρνει ὁ Ἰησοῦς μαζί του τόν Πέτρο, τόν Ἰάκωβο καί τόν Ἰωάννη, τόν ἀδερφό του, καί τούς ἀνεβάζει σ΄ ἕνα ψηλό βουνό. Ἐκεῖ μεταμορφώθηκε μπροστά τους· ἔλαμψε τό πρόσωπό του σάν τόν ἥλιο καί τά ἐνδύματα του ἔγιναν ἄσπρα σάν τό φῶς. Τότε ἐμφανίστηκε σ΄ αὐτούς ὁ Μωυσῆς καί ὁ Ἠλίας, καί συνομιλοῦσαν μέ τόν Ἰησοῦ!. «Κύριε, εἶναι ὡραῖα νά μείνουμε ἐδῶ!» εἶπε ὁ Πέτρος στόν Ἰησοῦ. «Νά κάνουμε, ἄν θέλεις, ἐδῶ τρεῖς σκηνές: μία γιά  σένα, μία γιά τό Μωυσῆ καί μία γιά τόν Ἠλία». Ἐνῶ μιλοῦσε ἀκόμα, ἕνα φωτεινό σύννεφο τούς σκέπασε, καί μέσα ἀπό τό σύννεφο ἀκούστηκε μία φωνή πού ἔλεγε: «Αὐτός εἶναι ὁ ἀγαπημένος μου Υἱός, ὁ ἐκλεκτός μου· αὐτόν νά ἀκοῦτε».  Ὅταν τό ἄκουσαν οἱ μαθητές,  ἔπεσαν μέ τό πρόσωπο στή γῆ καί φοβήθηκαν πολύ. Τούς πλησίασε τότε ὁ Ἰησοῦς, τούς ἄγγιξε καί τούς εἶπε: «Σηκωθεῖτε καί μή φοβόσαστε». Σήκωσαν τότε τά μάτια τους καί δέν εἶδαν κανέναν ἄλλο, παρά τόν ἴδιο τόν Ἰησοῦ μόνο του. Ἐνῶ κατέβαιναν ἀπό τό βουνό, τούς πρόσταξε: «Μήν πεῖτε σέ κανέναν αὐτό πού εἴδατε, ὥσπου ν΄ ἀναστηθεῖ ὁ  Υἱός τοῦ  Ἀνθρώπου  ἀπό τούς νεκρούς».