• An Image Slideshow
  • An Image Slideshow

Αποστολικά και Ευαγγελικά αναγνώσματα

Τοποθεσία

ΚΥΡΙΑΚΗ 2 Ἰουλίου 2017 - Δ΄ ΜΑΤΘΑΙΟΥ - Κατάθεσις Τιμίας Ἐσθῆτος τῆς Θεοτόκου

 

 

ΚΥΡΙΑΚΗ 2 Ἰουλίου 2017 - Δ΄ ΜΑΤΘΑΙΟΥ

Κατάθεσις Τιμίας Ἐσθῆτος τῆς Θεοτόκου

 

ΑΠΟΣΤΟΛΟΣ (Ἑβρ. θ΄ 1-7)

Αδελφοί, εἶχε ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.

 

Μετάφραση

Αδελφοί, η πρώτη διαθήκη εἶχε λατρευτικές διατάξεις κι ἕνα γήινο θυσιαστήριο. Κατασκευάστηκε δηλαδή τό πρῶτο μέρος τῆς σκηνῆς, πού λεγόταν «ἅγια», στό ὁποῖο ὑπῆρχε ἡ λυχνία, ἡ τράπεζα καί οἱ ἄρτοι τῆς προθέσεως. Πίσω ἀπό τό δεύτερο καταπέτασμα ἦταν τό δεύτερο μέρος τῆς σκηνῆς, πού λεγόταν «ἅγια τῶν ἁγίων». Ἐκεῖ ὑπῆρχε τό χρυσό θυσιαστήριο τοῦ θυμιάματος καί ἡ κιβωτός τῆς διαθήκης, σκεπασμένη γύρω γύρω μέ χρυσάφι, μέσα στήν ὁποία ὑπῆρχε ἡ χρυσή στάμνα μέ τό μάννα, τό ραβδί τοῦ Ἀαρῶν, πού εἶχε βλαστήσει θαυματουργικά, καί οἱ δύο πλάκες γιά τίς διατάξεις τῆς διαθήκης. Πάνω ἀπό τήν κιβωτό ὑπῆρχαν ἀστραφτερά Χερουβίμ, πού σκέπαζαν μέ τά φτερά τους τό ἰλαστήριο. Γιά ὅλα αὐτά δέν εἶναι ἀνάγκη τώρα νά μιλήσουμε λεπτομερειακά. Τό θυσιαστήριο εἶχε τέτοια διάταξη, ὥστε στό πρῶτο μέρος τῆς σκηνῆς νά μπαίνουν πάντοτε οἱ ἱερεῖς καί νά ἐπιτελοῦν τίς ἱεροτελεστίες. Στό δεύτερο ὅμως μέρος μπαίνει μόνον ὁ ἀρχιερέας μία φορᾶ τό χρόνο, φέρνοντας μαζί του αἷμα, πού τό προσφέρει γιά τόν ἑαυτό του καί γιά τίς ἁμαρτίες πού ἀπό ἄγνοια διέπραξε ὁ λαός.

 

ΕΥΑΓΓΕΛΙΟ (Ματθ. η΄ 5-13)

Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ' ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. Ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· Ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῷ· Ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. Καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

 

 

Μετάφραση

Εκεῖνο τόν καιρό, μόλις μπῆκε ὁ Ἰησοῦς στήν Καπερναούμ, τόν πλησίασε ἕνας ἑκατόνταρχος καί τόν παρακαλοῦσε μ΄αὐτά τά λόγια: «Κύριε, ὁ δοῦλος μου εἶναι κατάκοιτος στό σπίτι, παράλυτος, καί ὑποφέρει φοβερά». Ὁ Ἰησοῦς τοῦ λέει: «Ἐγώ θά ἔρθω καί θά τόν θεραπεύσω». Ὁ ἑκατόνταρχος τοῦ ἀποκρίθηκε: «Κύριε, δέν εἶμαι ἄξιος νά σέ δεχτῶ στό σπίτι μου· πές ὅμως ἕνα λόγο, καί θά γιατρευτεῖ ὁ δοῦλος μου. Εἶμαι κι ἐγώ ἄνθρωπος κάτω ἀπό ἐξουσία, καί ἔχω στρατιῶτες στή διοίκησή μου· λέω στόν ἕνα «Πήγαινε» καί πηγαίνει, καί στόν ἄλλο «ἔλα» καί ἔρχεται, καί στό δοῦλο μου «κάνε αὐτό» καί τό κάνει». Ὅταν τόν ἄκουσε ὁ Ἰησοῦς, θαύμασε καί εἶπε σ΄ ὅσους τόν ἀκολουθοῦσαν: «Σᾶς βεβαιώνω πώς τόση πίστη οὔτε ἀνάμεσα στούς Ἰσραηλίτες δέ βρῆκα. Καί σᾶς λέω, πώς θά ΄ρθουν πολλοί ἀπό ἀνατολή καί δύση καί θά καθίσουν μαζί μέ τόν Ἀβραάμ, τό Ἰσαάκ καί τόν Ἰακώβ στό τραπέζι τῆς βασιλείας τῶν οὐρανῶν, ἐνῶ οἱ κληρονόμοι τῆς βασιλείας θά πεταχτοῦν ἔξω στό σκοτάδι· ἐκεῖ θά κλαῖνε, καί θά τρίζουν τά δόντια τους». Ὕστερα εἶπε στόν ἑκατόνταρχο ὁ Ἰησοῦς: «Πήγαινε, κι ἄς γίνει αὐτό πού πίστεψες». Καί γιατρεύτηκε ὁ δοῦλος ἐκείνη τήν ὥρα.