• An Image Slideshow
  • An Image Slideshow

Αποστολικά και Ευαγγελικά αναγνώσματα

Τοποθεσία

ΚΥΡΙΑΚΗ 4 Ἰουνίου 2017 - ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

 

Pentecost

 

ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ - ΚΥΡΙΑΚΗ 4 Ἰουνίου 2017

 

ΑΠΟΣΤΟΛΟΣ (Πράξ. β΄ 1-11)

ν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό. Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἐκάθισέ τε ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις καθὼς τὸ Πνεῦμα ἐδίδου αὐτοῖς ἀποφθέγγεσθαι. Ἦσαν δὲ ἐν Ἱερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουον εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. Ἐξίσταντο δὲ πάντες καὶ ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους· Οὐκ ἰδοὺ πάντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι; Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ρωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν ταῖς ἡμετέραις γλώσσαις τὰ μεγαλεῖα τοῦ Θεοῦ.

 

Μετάφραση

Όταν ἔφτασε ἡ ἡμέρα τῆς Πεντηκοστῆς, ἦταν ὅλοι μαζί συγκεντρωμένοι μέ ὁμοψυχία στό ἴδιο μέρος. Ξαφνικά ἦρθε ἀπό τόν οὐρανό μιά βουή σάν νά φυσοῦσε δυνατός ἄνεμος καί γέμισε ὅλο τό σπίτι ὅπου ἔμεναν. Ἐπίσης τούς παρουσιάστηκαν γλῶσσες σάν φλόγες φωτιᾶς, πού μοιράστηκαν καί κάθισαν ἀπό μία στόν καθένα ἀπ΄ αὐτούς. Ὅλοι τότε πλημμύρισαν ἀπό Πνεῦμα Ἅγιο καί ἄρχισαν νά μιλοῦν σέ ἄλλες γλῶσσες, ἀνάλογα μέ τήν ἱκανότητα πού τούς ἔδινε τό Πνεῦμα. Στήν Ἱερουσαλήμ βρίσκονταν τότε εὐσεβεῖς Ἰουδαῖοι ἀπό ὅλα τά μέρη τοῦ κόσμου. Ὅταν ἀκούστηκε αὐτή ἡ βουή, συγκεντρώθηκε πλῆθος ἀπ΄ αὐτούς καί ἦταν κατάπληκτοι, γιατί ὁ καθένας τους ἄκουγε τούς ἀποστόλους νά μιλᾶνε στή δική του γλώσσα. Εἶχαν μείνει ὅλοι ἐκστατικοί καί μέ ἀπορία ἔλεγαν μεταξύ τους: «Μά αὐτοί ὅλοι πού μιλᾶνε δέν εἶναι Γαλιλαῖοι; Πῶς, λοιπόν ἐμεῖς τους ἀκοῦμε νά μιλᾶνε στή δική μας μητρική γλώσσα; Πάρθοι, Μῆδοι καί Ἐλαμίτες, κάτοικοι τῆς Μεσοποταμίας, τῆς Ἰουδαίας, τῆς Καππαδοκίας, τοῦ Πόντου καί τῆς Ἀσίας, τῆς Φρυγίας καί τῆς Παμφυλίας, τῆς Αἰγύπτου, καί ἀπό τά μέρη τῆς λιβυκῆς Κυρήνης, Ρωμαῖοι πού εἶναι ἐγκατεστημένοι ἐδῶ, Κρητικοί καί Ἄραβες, ὅλοι ἐμεῖς, εἴτε ἰουδαϊκῆς καταγωγῆς εἴτε προσήλυτοι, τούς ἀκοῦμε νά μιλοῦν στίς γλῶσσες μας γιά τά θαυμαστά ἔργα τοῦ Θεοῦ».

 

ΕΥΑΓΓΕΛΙΟ (Ἰωάν., ζ΄ 37-52, η΄ 12)

Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης· ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός· ἄλλοι ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυῒδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης, ὅπου ἦν Δαυῒδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι' αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ' οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ’ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ἐπικατάρατοί εἰσι! Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτὸν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ' αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.

 

Μετάφραση

Τήν τελευταία μέρα τῆς γιορτῆς, τήν πιό λαμπρή, στάθηκε ὁ Ἰησοῦς μπροστά στό πλῆθος καί φώναξε: «Ὅποιος διψάει, νά ΄ρθεῖ σ΄ ἐμένα καί νά πιεῖ. Μέσα ἀπό κεῖνον πού πιστεύει σ΄ ἐμένα, καθώς λέει ἡ Γραφή, ποτάμια ζωντανό νερό θά τρέξουν». Αὐτό τό εἶπε ὁ Ἰησοῦς ἐννοώντας τό Πνεῦμα πού θά ἔπαιρναν ὅσοι πίστευαν σ΄ αὐτόν. Γιατί, τότε ἀκόμα δέν εἶχαν τό Ἅγιο Πνεῦμα, ἀφοῦ ὁ Ἰησοῦς δέν εἶχε δοξαστεῖ μέ τήν ἀνάσταση. Πολλοί ἄνθρωποι ἀπό τό πλῆθος, πού ἄκουσαν τά λόγια ἔλεγαν: «Αὐτός εἶναι πραγματικά ὁ προφήτης πού περιμένουμε». Ἄλλοι ἔλεγαν: «Αὐτός εἶναι ὁ Μεσσίας». Ἐνῶ ἄλλοι ἔλεγαν: «Ο Μεσσίας θά ΄ρθεῖ ἀπό τήν Γαλιλαία; Ἡ Γραφή δέν εἶπε πώς ὁ Μεσσίας θά προέρχεται ἀπό τούς ἀπογόνους τοῦ Δαβίδ καί θά γεννηθεῖ στή Βηθλεέμ, τό χωριό καταγωγῆς τοῦ Δαβίδ;» Διχάστηκε, λοιπόν, τό πλῆθος ἐξαιτίας του. Μερικοί ἀπ΄ αὐτούς ἤθελαν νά τόν πιάσουν, κανείς ὅμως δέν ἅπλωνε χέρι πάνω του. Γύρισαν, λοιπόν, πίσω οἱ φρουροί στούς ἀρχιερεῖς καί στούς Φαρισαίους, κι αὐτοί τούς ρώτησαν: «Γιατί δέν τόν φέρατε;» Οἱ φρουροί ἀπάντησαν: «Ποτέ ἄνθρωπος δέ μίλησε ὅπως αὐτός». Τούς ξαναρώτησαν τότε οἱ Φαρισαῖοι: «Μήπως παρασυρθήκατε κι ἐσεῖς; Πίστεψε σ΄ αὐτόν κανένα μέλος τοῦ συνεδρίου ἤ κανείς ἀπό τούς Φαρισαίους; Μόνον αὐτός ὁ ὄχλος πιστεύει, πού δέν ξέρουν τό νόμο τοῦ Μωυσῆ καί γι΄ αὐτό εἶναι καταραμένοι». Τούς ρώτησε τότε ὁ Νικόδημος, πού ἦταν ἕνας ἀπ΄ αὐτούς, ἐκεῖνος πού εἶχε πάει στόν Ἰησοῦ νύχτα λίγο καιρό πρίν: «Μήπως μποροῦμε σύμφωνα μέ τό νόμο μας νά καταδικάσου με ἕναν ἄνθρωπο, ἄν πρῶτα δέν τόν ἀκούσουμε καί δέ μάθου με τί ἔκανε;» Αὐτοί τοῦ εἶπαν: «Μήπως κατάγεσαι κι ἐσύ ἀπό τή Γαλιλαία; Μελέτησε τίς Γραφές καί θά δεῖς πώς κανένας προφήτης δέν πρόκειται νά ἔρθει ἀπό τή Γαλιλαία». Τότε ὁ Ἰησοῦς τούς μίλησε πάλι καί τούς εἶπε: «Ἐγώ εἶμαι τό φῶς τοῦ κόσμου· ὅποιος μέ ἀκλουθεῖ δέν θά πλανιέται στό σκοτάδι, ἀλλά θά ἔχει τό φῶς πού ὁδηγεῖ στή ζωή».