• An Image Slideshow
  • An Image Slideshow

Αποστολικά και Ευαγγελικά αναγνώσματα

Τοποθεσία

Κυριακή Ε νηστειών, 2 Άπριλίου 2017 - Οσίας Μαρίας της Αιγυπτίας

Κυριακή Ε΄ νηστειῶν, 2 Άπριλίου 2017

 

 

Ὁσίας Μαρίας τῆς Αἰγυπτίας

 

ΑΠΟΣΤΟΛΟΣ (Ἑβρ. θ΄ 11–14)

Ἀδελφοί, Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ' ἔστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. Εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι;

Μετάφραση

Ἀδελφοί, ὁ Χριστός ἦρθε ὡς ἀρχιερέας τῶν ἀγαθῶν πραγμάτων πού προσμένουμε. Ἡ σκηνή στήν ὁποία μπῆκε εἶναι ἀνώτερη καί τελειότερη. Δέν εἶναι ἀνθρώπινο κατασκεύασμα, μέρος δηλαδή αὐτῆς τῆς δημιουργίας. Ὁ Χριστός μπῆκε μία γιά πάντα στά ἅγια τῶν ἁγίων, γιά νά προσφέρει αἷμα ὄχι ταύρων καί μοσχαριῶν, ἀλλά τό δικό του αἷμα· κι ἔτσι μᾶς ἐξασφάλισε τήν αἰώνια σωτηρία. Τό αἷμα τῶν ταύρων καί τῶν τράγων, καί τό ράντισμα μέ τή στάχτη τοῦ δαμαλιοῦ ἐξαγνίζουν τούς θρησκευτικά ἀκάθαρτους καθαρίζοντάς τους ἐξωτερικά. Πόσο μᾶλλον τό αἷμα τοῦ Χριστοῦ! Αὐτός, ἔχοντας τό Πνεῦμα τοῦ Θεοῦ, πρόσφερε τόν ἑαυτό τοῦ ἄψογη θυσία στό Θεό, κι ἔτσι θά καθαρίσει τή συνείδησή σας ἀπό τά ἔργα πού ὁδηγοῦν στό θάνατο, γιά νά μπορεῖτε νά λατρεύετε τόν ἀληθινό Θεό.

ΕΥΑΓΓΕΛΙΟΝ ( Μαρκ. ι΄ 32-45)

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τούς δώδεκα μαθητάς αὐτοῦ καὶ ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ὅτι ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, 34 καὶ ἐμπαίξουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἐμπτύσουσιν αὐτῷ καὶ ἀποκτενοῦσιν αὐτὸν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται. Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ Ζεβεδαίου λέγοντες· Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμεν ποιήσῃς ἡμῖν. Ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ποιῆσαί με ὑμῖν; Ὁἱ δὲ εἶπον αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων σου καθίσωμεν ἐν τῇ δόξῃ σου. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; Ὁἱ δὲ εἶπον αὐτῷ· Δυνάμεθα. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Τὸ μὲν ποτήριον ὃ ἐγὼ πίνω πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε· τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς λέγει αὐτοῖς· Ὁἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν· οὐχ οὕτω δὲ ἔσται ἐν ὑμῖν, ἀλλ' ὃς ἐὰν θέλῃ γενέσθαι μέγας ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ἐὰν θέλῃ ὑμῶν γενέσθαι πρῶτος, ἔσται πάντων δοῦλος· καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε διακονηθῆναι, ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Μετάφραση

Ἐκεῖνο τόν καιρό, πῆρε ὁ Ἰησοῦς τούς δώδεκα μαθητές του κι ἄρχισε νά τούς λέει τά ὅσα ἦταν νά τοῦ συμβοῦν. «Ἀκοῦστε», τούς ἔλεγε· «τώρα πού ἀνεβαίνουμε στά Ἱεροσόλυμα, ὁ Υἱός τοῦ Ἀνθρώπου θά παραδοθεῖ στούς ἀρχιερεῖς καί στούς γραμματεῖς, οἱ ὁποῖοι θά τόν καταδικάσουν σέ θάνατο καί θά τόν παραδώσουν στούς ἐθνικούς. Θά τόν περιγελάσουν, θά τόν μαστιγώσουν, θά τόν φτύσουν καί θά τόν θανατώσουν. Ὕστερα ἀπό τρεῖς μέρες ὅμως αὐτός θά ἀναστηθεῖ». Πλησιάζουν τότε τόν Ἰησοῦ ὁ Ἰάκωβος καί ὁ Ἰωάννης, οἱ γιοί τοῦ Ζεβεδαίου, καί τοῦ λένε: «Διδάσκαλε, θέλουμε νά μᾶς κάνεις τή χάρη πού θά σοῦ ζητήσουμε». «Τί θέλετε νά κάνω γιά σᾶς;» τούς ρώτησε ἐκεῖνος. «Ὅταν θά ἐγκαταστήσεις τήν ἔνδοξη βασιλεία σου», τοῦ ἀποκρίθηκαν, «βάλε μας νά καθίσουμε ὁ ἕνας στά δεξιά σου κι ὁ ἄλλος στά ἀριστερά σου». Ὁ Ἰησοῦς τότε τούς εἶπε: «Δέν ξέρετε τί ζητᾶτε. Μπορεῖτε νά πιεῖτε τό ποτήρι τοῦ πάθους πού θά πιῶ ἐγώ ἤ νά βαφτιστεῖτε μέ τό βάπτισμα μέ τό ὁποῖο θά βαπτιστῶ ἐγώ;» «Μποροῦμε», τοῦ λένε. Κι ὁ Ἰησοῦς τούς ἀπάντησε: «Τό ποτήρι πού θά πιῶ ἐγώ θά τό πιεῖτε, καί μέ τό βάπτισμα τῶν παθημάτων μου θά βαφτιστεῖτε· τό νά καθίσετε ὅμως στά δεξιά μου καί στά ἀριστερά μου δέν μπορῶ νά σᾶς τό δώσω ἐγώ, ἀλλά θά δοθεῖ σ΄ αὐτούς γιά τούς ὁποίους ἔχει ἑτοιμαστεῖ». Ὅταν τ΄ ἄκουσαν αὐτά οἱ ὑπόλοιποι δέκα μαθητές, ἄρχισαν ν΄ ἀγανακτοῦν μέ τόν Ἰάκωβο καί τόν Ἰωάννη. Τούς κάλεσε τότε ὁ Ἰησοῦς καί τούς λέει: «Ξέρετε ὅτι αὐτοί πού θεωροῦνται ἡγέτες τῶν ἐθνῶν ἀσκοῦν ἀπόλυτη ἐξουσία πάνω τους, καί οἱ ἄρχοντές τους τά καταδυνα- στεύουν. Σ΄ ἐσᾶς ὅμως δέν πρέπει νά συμβαίνει αὐτό, ἀλλά ὅποιος θέλει νά γίνει μεγάλος ἀνάμεσά σας πρέπει νά γίνει ὑπηρέτης σας· καί ὅποιος ἀπό σᾶς θέλει νά εἶναι πρῶτος πρέπει νά γίνει δοῦλος ὅλων. Γιατί καί ὁ Υἱός τοῦ Ἀνθρώπου δέν ἦρθε γιά νά τόν ὑπηρετήσουν, ἀλλά γιά νά ὑπηρετήσει καί νά προσφέρει τή ζωή του λύτρο γιά ὅλους».